Ἦς χρόνος ἁνίκ᾽ ἐγώ τε καὶ Εὔκριτος εἰς τὸν Ἄλεντα
εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἄμμιν Ἀμύντας.
Τᾷ Δηοῖ γὰρ ἔτευχε Θαλύσια καὶ Φρασίδαμος
κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν
5 χαῶν τῶν ἐπάνωθεν ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυε κράναν
εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρ᾽ αὐτάν
αἴγειροι πτελέαι τε ἐΰσκιον ἄλσος ὕφαινον
χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.
10 Κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα
ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καί τιν᾽ ὁδίταν
ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,
οὔνομα μὲν Λυκίδαν, ἦς δ᾽ αἰπόλος, οὐδέ κέ τίς νιν
ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχ᾽ ἐῴκει.
15 Ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
κνακὸν δέρμ᾽ ὤμοισι νέας ταμίσοιο ποτόσδον,
ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
ζωστῆρι πλοκερῷ, ῥοικὰν δ᾽ ἔχεν ἀγριελαίω
δεξιτερᾷ κορύναν. Καί μ᾽ ἀτρέμας εἶπε σεσαρώς
20 ὄμματι μειδιόωντι, γέλως δὲ οἱ εἴχετο χείλευς·






