Δευτέρα 22 Αυγούστου 2016

Θεόκριτος: Θαλύσια



    Ἦς χρόνος ἁνίκ᾽ ἐγώ τε καὶ Εὔκριτος εἰς τὸν Ἄλεντα
εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἄμμιν Ἀμύντας.
Τᾷ Δηοῖ γὰρ ἔτευχε Θαλύσια καὶ Φρασίδαμος
κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν
5 χαῶν τῶν ἐπάνωθεν ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυε κράναν
εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρ᾽ αὐτάν
αἴγειροι πτελέαι τε ἐΰσκιον ἄλσος ὕφαινον
χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.
10    Κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα
ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καί τιν᾽ ὁδίταν
ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,
οὔνομα μὲν Λυκίδαν, ἦς δ᾽ αἰπόλος, οὐδέ κέ τίς νιν
ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχ᾽ ἐῴκει.
15 Ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
κνακὸν δέρμ᾽ ὤμοισι νέας ταμίσοιο ποτόσδον,
ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
ζωστῆρι πλοκερῷ, ῥοικὰν δ᾽ ἔχεν ἀγριελαίω
δεξιτερᾷ κορύναν. Καί μ᾽ ἀτρέμας εἶπε σεσαρώς
20 ὄμματι μειδιόωντι, γέλως δὲ οἱ εἴχετο χείλευς·

“Σιμιχίδα, πᾷ δὴ τὺ μεσαμέριον πόδας ἕλκεις,
ἁνίκα δὴ καὶ σαῦρας ἐν αἱμασιαῖσι καθεύδει,
οὐδ᾽ ἐπιτυμβίδιοι κορυδαλλίδες ἠλαίνοντι;
Ἦ μετὰ δαῖτ᾽ ἄκλητος ἐπείγεαι, ἤ τινος ἀστῶν
25 λανὸν ἔπι θρῴσκεις; Ὥς τευ ποσὶ νισσομένοιο
πᾶσα λίθος πταίοισα ποτ᾽ ἀρβυλίδεσσιν ἀείδει."
    Τὸν δ᾽ ἐγὼ ἀμείφθην· “Λυκίδα φίλε, φαντί τυ πάντες
ἦμεν συρικτὰν μέγ᾽ ὑπείροχον ἔν τε νομεῦσιν
ἔν τ᾽ ἀματήρεσσι. Τὸ δὴ μάλα θυμὸν ἰαίνει
30 ἁμέτερον. Καίτοι κατ᾽ ἐμὸν νόον ἰσοφαρίζειν
ἔλπομαι. Ἁ δ᾽ ὁδὸς ἅδε θαλυσιάς. Ἦ γὰρ ἑταῖροι
ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ
ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
35 Ἀλλ᾽ ἄγε δή· ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς·
βουκολιασδώμεσθα· τάχ᾽ ὥτερος ἄλλον ὀνασεῖ.
Καὶ γὰρ ἐγὼν Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι
πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,
οὐ Δᾶν· οὐ γάρ πω κατ᾽ ἐμὸν νόον οὔτε τὸν ἐσθλόν
40 Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν
ἀείδων, βάτραχος δέ ποτ᾽ ἀκρίδας ὥς τις ἐρίσδω.”
    Ὡς ἐφάμαν ἐπίταδες· ὁ δ᾽ αἰπόλος ἁδὺ γελάσσας·
“Τάν τοι”, ἔφα, “κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ
πᾶν ἐπ᾽ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.
45 Ὥς μοι καὶ τέκτων μέγ᾽ ἀπέχθεται, ὅστις ἐρευνῇ
ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον Ὠρομέδοντος,
καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδόν
ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.
Ἀλλ᾽ ἄγε βουκολικᾶς ταχέως ἀρξώμεθ᾽ ἀοιδᾶς,
50 Σιμιχίδα· κἠγὼ μέν—ὅρη, φίλος, εἴ τοι ἀρέσκει
τοῦθ᾽ ὅτι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.
 
 
(Λυκίδου ᾠδὴ)
     Ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν.
χὥταν ἐφ᾽ ἑσπερίοις Ἐρίφοις Νότος ὑγρὰ διώκῃ
κύματα, χὡρίων ὅτ᾽ ἐπ᾽ Ὠκεανῷ πόδας ἴσχει,
55 αἴ κεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας
ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.
Χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν
τόν τε Νότον τόν τ᾽ Εὖρον, ὃς ἔσχατα φυκία κινεῖ,
ἁλκυόνες, γλαυκαῖς Νηρηΐσι ταί τε μάλιστα
60 ὀρνίχων ἐφίληθεν ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα.
Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν
ὥρια πάντα γένοιτο, καὶ εὔπλοος ὅρμον ἵκοιτο.
Κἠγὼ τῆνο κατ᾽ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα
ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων
65 τὸν πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ,
Χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἔστ᾽ ἐπὶ πᾶχυν
κνύζᾳ τ᾽ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ
Καὶ πίομαι μαλακῶς μεμναμένος Ἀγεάνακτος
70 αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.
Αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς,
εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ
ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας,
χὡς ὄρος ἀμφ᾽ ἐπονεῖτο καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν
75 Ἱμέρα αἵτε φύοντι παρ᾽ ὄχθαισιν ποταμοῖο,
εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφ᾽ Αἷμον
ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα·
ᾈσεῖ δ᾽ ὥς ποκ᾽ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ
ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,
80 ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι
κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι,
οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.
    Ὦ μακάριστε Κομᾶτα, τύ θην τάδε τερπνὰ πεπόνθεις,
καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν
85 κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.
Αἴθ᾽ ἐπ᾽ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες ἦμεν,
ὥς τοι ἐγὼν ἐνόμευον ἀν᾽ ὤρεα τὰς καλὰς αἶγας
φωνᾶς εἰσαΐων, τὺ δ᾽ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις
ἁδὺ μελισδόμενος κατεκέκλισο, θεῖε Κομᾶτα."
 
90    Χὣ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μέτ᾽ αὖτις
κἠγὼν τοῖ᾽ ἐφάμαν· “Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα
Νύμφαι κἠμὲ δίδαξαν ἀν᾽ ᾤρεα βουκολέοντα
ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα·
ἀλλὰ τόγ᾽ ἐκ πάντων μέγ᾽ ὑπείροχον, ᾧ τυ γεραίρειν
95 ἀρξεῦμ᾽· ἀλλ᾽ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.
 
  (Σιμιχίδου ᾠδὴ)
     Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλός
τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἔρανται.
Ὥρατος δ᾽ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ
παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. Οἷδεν Ἄριστις,
100 ἐσθλὸς ἀνήρ, μέγ᾽ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν
Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,
ὡς ἐκ παιδὸς Ἄρατος ὑπ᾽ ὀστέον αἴθετ᾽ ἔρωτι.
    Τόν μοι, Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας,
ἄκλητον τήνοιο φίλας ἐς χεῖρας ἐρείσαις,
105 εἴτ᾽ ἔστ᾽ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτε τις ἄλλος.
Κεἰ μὲν ταῦτ᾽ ἔρδοις, ὦ Πὰν φίλε, μή τί τυ παῖδες
Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμως
τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη·
εἰ δ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντ᾽ ὀνύχεσσι
110 δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις·
εἴης δ᾽ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ
Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν Ἄρκτω,
ἐν δὲ θέρει πυμάτοισι παρ᾽ Αἰθιόπεσσι νομεύοις
πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.
115    ῎Υμμες δ᾽ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες
νᾶμα καὶ Οἰκοῦντα, ξανθᾶς ἕδος αἰπὺ Δίωνας,
ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὅμοιοι,
βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,
βάλλετ᾽, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ.
120 Καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος. αἱ δὲ γυναῖκες·
“Αἰαῖ”, φαντί, “Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.”
    Μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν, Ἄρατε,
μηδὲ πόδας τρίβωμες· ὁ δ᾽ ὄρθριος ἄλλον ἀλέκτωρ
κοκκύσδων νάρκαισιν ἀνιαραῖσι διδοίη·
125 εἷς δ᾽ ἀπὸ τᾶσδε, φέριστε, Μόλων ἄγχοιτο παλαίστρας
Ἄμμιν δ᾽ ἁσυχία τε μέλοι, γραία τε παρείη
ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.
Τόσσ᾽ ἐφάμαν· ὃ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας
ὡς πάρος, ἐκ Μοισᾶν ξεινήϊον ὤπασεν ἦμεν.
130 Χὣ μὲν ἀποκλίνας ἐπ᾽ ἀριστερὰ τὰν ἐπὶ Πύξας
εἶρφ᾽ ὁδόν· αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάμω
στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις
ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες
ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι.
135 Πολλαὶ δ᾽ ἄμμιν ὕπερθε κατὰ κρατὸς δονέοντο
αἴγειροι πτελέαι τε· τὸ δ᾽ ἐγγύθεν ἱερὸν ὕδωρ
Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.
Τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες
τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δ᾽ ὀλολυγών
140 τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις·
ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,
πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.
Πάντ᾽ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δ᾽ ὀπώρας.
Ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα
145 δαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δ᾽ ἐκέχυντο
ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε.
Τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.
Νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,
ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάϊνον ἄντρον
150 κρατῆρ᾽ Ἡρακλῆϊ γέρων ἐστάσατο Χίρων;
ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν πότ᾽ Ἀνάπῳ,
τὸν κρατερὸν Πολύφαμον ὃς ὤρεσι νᾶας ἔβαλλε,
τοῖον νέκταρ ἔπεισε κατ᾽ αὐλία ποσσὶ χορεῦσαι,
οἶον δὴ τόκα πῶμα διεκρανάσατε, Νύμφαι,
155 βωμῷ πὰρ Δάματρος Ἁλωΐδος; Ἇς ἐπὶ σωρῷ
αὗτις ἐγὼ πάξαιμι μέγα πτύον, ἃ δὲ γελάσσαι
δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου