ΜΕΛΩΝ Α'
απ. 1:
ποικιλόθρον᾽ ἀθανάτἈφρόδιτα,
παῖ Δίος δολόπλοκε, λίσσομαί σε·
μή μ᾽ ἄσαισι μηδ᾽ ὀνίαισι δάμνα,
πότνια, θῦμον,
ἀλλὰ τυίδ᾽ ἔλθ᾽, αἴ ποτα κἀτέρωτα
τὰς ἔμας αὔδας ἀίοισα πήλοι
ἔκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον ἦλθες
ἄρμ᾽ ὐπασδεύξαισα· κάλοι δέ σ᾽ ἆγον
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
πύκνα δίννεντες πτέρ᾽ ἀπ᾽ ὠράνωἴθε-
ρος διὰ μέσσω·
αἶψα δ᾽ ἐξίκοντο, σὺ δ᾽ ὦ μάκαιρα
μειδιαίσαισ᾽ ἀθανάτωι προσώπωι
ἤρε᾽ ὄττι δηὖτε πέπονθα κὤττι
δηὖτε κάλημμι
κὤττι μοι μάλιστα θέλω γένεσθαι
μαινόλαι θύμωι· τίνα δηὖτε πείθω
σάγην ἐς σὰν φιλότατα; τίς σ᾽ ὦ
Ψάπφ᾽ ἀδικήει;
καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ᾽, ἀλλὰ δώσει,
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα.
ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμέρρει, τέλεσον, σὺ δ᾽ αὔτα
σύμμαχος ἔσσο.
***
Αθάνατη Αφροδίτη, πάνω στον πολυξόμπλιαστο θρόνο σου, θυγατέρα του Δία, υφάντρα δόλων, σε ικετεύω, μη δαμάζεις την καρδιά μου, δέσποινα, με πόνους και λύπες, αλλά έλα κοντά μου, αν άλλοτε άκουσες ποτέ τη φωνή μου από μακριά και με εισάκουσες, κι αφήνοντας το παλάτι του πατέρα σου έτρεξες εδώ, ζεύοντας το χρυσό σου άρμα. Όμορφα, γοργά σπουργίτια σ᾽ έφεραν, τινάζοντας τα πυκνά φτερά τους, πάνω από τη μαύρη γη, στον ουρανό, στη μέση του αέρα· κι ήρθαν γοργά. Κι εσύ, μακάρια θεά, μ᾽ ένα χαμόγελο στην αθάνατη μορφή σου, ρώτησες τι μου συνέβαινε πάλι, και γιατί σε ξαναφώναξα, τι επιτέλους ποθεί η τρελή μου καρδιά: «ποια πρέπει να πείσω αυτή τη φορά να ᾽ρθει (;) να σ᾽ αγαπήσει; Ποια σε βασανίζει, Σαπφώ; Κι αν σ᾽ αποφεύγει τώρα, σύντομα θε να τρέχει ξοπίσω σου· αν αρνιέται τα δώρα, θε να προσφέρει η ίδια· κι αν δεν αγαπά, σύντομα θε ν᾽ αγαπήσει, θέλει δεν θέλει». Έλα πάλι σιμά μου και λευτέρωσέ με απ᾽ τις σκληρές μου έγνοιες· τέλεψε αυτά που λαχταρά η καρδιά μου και γίνε σύμμαχός μου.
---