Τῆς φυλακῆς ἡ κάκωσις, ἡ τσίκνα, τὸ καρβούνιν,
ἐγὼ τὸ ἐξεύρω μοναχός, ἐμέναν καίει μόνον,
μόνος ἐγὼ δαμάζομαι κ᾿ ἐγὼ τὴν πείραν ἔχω
Ἡ φυλακὴ καὶ ὁ θάνατος καὶ χείρων τοῦ θανάτου·
ἡ φυλακὴ καὶ κάματος καὶ χείρων τῆς καμίνου·
οἵαν ἂν εἴπῃς κόλασιν, παχυμερῶς κολάζει,
παχυμερῶς στενοχωρεῖ καὶ θλίβει καὶ δαμάζει·
ἡ θλίψης δὲ τῆς φυλακῆς, ἡ μέριμνα, ἡ ἀνάγκη
πολυμερής, πολύτροπος, πολυειδής, ποικίλη.
Καθ᾿ ὥραν φθάνει ὁ θάνατος, καθ᾿ ὥραν ἀποθνήσεις·
χωρὶς θαλάσσης πνίγεσαι, χωρὶς πυρὸς ἐξάπτεις,
μέλη καὶ μέλη τέμνεσαι καὶ δίχα μαχαιρίου·
οὐκ ἔναι πόνος πούποτε νὰ μὴ σὲ κατακρούσῃ.
Τοῦ ἰδίου
Στίχ. 138-163
οὐκ ἔναι πόνος πούποτε νὰ μὴ σὲ κατακρούσῃ·
φύλλον θροεῖ σε ἂν σαλευθῇ, πουλὶν ἂν ἴδῃς τρέμεις,
ἂν γένῃ κτύποτς πούποτε, μόδιν ἀγγέλους βλέπεις,
φοβεῖσαι μὴ ἔλθῃ μήνυμα τὸ οὐκ ἤθελες ν᾿ ἀκούσῃς,
ἀδημονεῖς, ἐννοιάζεσαι, συντρίβεσαι, τρομάσσεις,
βλέπεις ἡμέραν, θλίβεσαι, φοβεῖσαι ὡς οὐ πρέπει.
πάλιν τὴν νύκταν δειλιᾷς, τὸ τί νὰ φέρῃ οὐκ οἶδες,
στενοχωρεῖσαι, ἀγανακτεῖς, ἐδῶ κ᾿ ἐκεῖ προσκρούεις,
ὡς ἐννοιασμένον περπατεῖς καὶ ὡσὰν ἐνταλωμένον,
τόπον ἐκ τόπου μεριμνᾷς καὶ τόπος οὐ χωρεῖ σε·
λιποθυμεῖς, σκοτίζεσαι, κοντοανασαίνεις, πίπτεις,
κεῖται τὸ σῶμα σου νεκρόν, ἄψυχον τὴν τελείαν,
ὀψὲ καὶ μόλις γρηγορεῖς, μόλις ἐπαναφέρεις·
τὴν γῆν δαγκάνεις, εὔχεσαι, περακαλεῖς καὶ λέγεις:
«Χριστέ μου, δὸς ἀνάπαυσιν, Χριστέ μου, φέρε ὑπνίτζιν,
Χριστέ, παραμυθῆσον με, Χριστέ, ἀποκοίμισέ με,
νὰ παύσουν αἱ ὀδύναι μου, νὰ χαλαρώσῃ ὁ πόνος!»
Στίχ. 274-281
ἐλάκτισεν ὁ γάϊδαρος, καὶ δέρουσι τὸ σάγμα,
νὰ γίνῃ καλοπαίδευτον, ἄλλον νὰ μὴ λακτίσῃ.
Ἡ θάλασσα ζαλίζεται, βρυχᾶται, κυματίζει,
καὶ τὸν περάτην τὸν πτωχὸν ὡς πταίστην ἀνατάσσουν.
Ἄρτι καὶ νόμος ἀπρακτεῖ τελείως ὁ κελεύων:
ἃ παρ᾿ ἑτέρων γίνουται μὴ καταβλέπειν ἄλλους·
καὶ τί ὠφελοῦν τὰ περισσά, τὰ τοῦτα καὶ τὰ ἐκεῖνα,
ἐδῶ τὸ δός, ἐκεῖ τὸ δός, παρέκει οὐκ ἔλαθέ μας;
Στίχ. 285-301
Βλέπεις, ἀπῆρε με ἡ χολή, τὸ τί λαλῶ οὐκ ἐξεύρω,
ἔβρασεν ἡ καρδία μου, παρέκει οὐδὲν βαστάζω,
νὰ δώσω εἰς πέτραν καὶ λυθῶ, νὰ ποίσω θέαμα μέγα,
ἀπὸ στεναχωρίας μου νὰ πνίξω τὸν ἑαυτόν μου,
παντὶ νὰ γένῃ ἐξακουστόν, ὁ κόσμος νὰ θαυμάσῃ·
ναί, νὰ τὸ ποιήσω οὐ μέλει με, πολλὰ παρεπονήθην·
ἐγὼ ψηφίζω θάνατον, χρεωστῶ καὶ νὰ τὸν δώσω.
Ἦλθον εἰς κόσμον σήμερον, σήμερον ὑπαγαίνω·
ἔδε καὶ τί χολομανῶ καὶ τί βαρεὰ στριγγίζω,
καὶ λέγω τὰ οὐκ ἐνδέχονται καὶ τὰ μὲ οὐδὲν ἁρμόζουν;
Εἰς ἀστρικὸν καταπλοκῆς, εἰς ὥραν ἀδικίας,
ἡ μάννα μου μ᾿ ἐγέννησε δωρεὰν καὶ πεισματίζω·
μάτην, ψυχή μου, ἀδημονεῖς, μάτην περιστατεῖσαι·
ἐκεῖνο τὸ σὲ ἀπόκειται καὶ τὸ σὲ περιμένει,
εἰς τὸ ἐκ παντὸς θέλει ἐλθεῖν, μὴ κρούῃς καὶ λαμβάνῃς.
Ψυχή μου, παρακλήθητι, μὴ σὲ νικήσῃ ὁ πόνος,
μὴ πάθῃς τὶ μικρόψυχον καὶ νὰ χαροῦν οἱ ἐχθροί σου...
Καθεὶς κοιμᾶται ὡς ἔστρωσεν,
ὡς ἔσπειρεν θερίζει.
Ἂν ἴδῃς εἰς τὸ πέλαγον καράβιν κινδυνεῦον
ἐσὺ λέγεις ἀϊλλοίμονον κι ἐκεῖ θωροῦν ἀγγέλους.
Πηγή